Ancient Greek · ~1 min
Section 28
Galen, De victu attenuante 28
Not analysed yet
καὶ τὸ τοῦ σησάμου σπέρμα παχὺν καὶ γλίσχρον ἐν τῷ σώματι γεννᾷ χυμόν· σελίνου μέντοι καὶ πετροσελίνου καὶ κυμίνου καὶ κάρου καὶ ἀνήθου σπέρμα καὶ προσέτι Λιβυστικοῦ καὶ σίνωνος καὶ ἄμμεώς τε καὶ σεσέλεως καὶ δαύκου καὶ τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει τοῖς λεπτυνούσῃ διαίτη χρωμένοις.