Ancient Greek · ~2 min
Section 32
Galen, De victu attenuante 32
Not analysed yet
οὔκουν οὔθ’ ἁπλῶς ἐψημένον ἐσθίειν χρὴ πυρόν, ὧς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν ἀγροίκων παμπόλλους —ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν αὐτόν —οὔτ’ ἄλευρον ποιήσαντας ἑψεῖν ὧς ἔτνος ἢ ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἶ τοιαῦται σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δ’ ἐπιτήδειος ἤπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ τῆς ζύμης τε καὶ τῶν ἀλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων.