Ancient Greek · ~1 min
Section 33
Galen, De victu attenuante 33
Not analysed yet
τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδος· ὅσοι μὲν γὰρ βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί τ’ εἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί· ὄσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ γλίσχρον ἀπογεννῶσι χυμόν.