Ancient Greek · ~1 min
Section 41
Galen, De victu attenuante 41
Not analysed yet
καὶ ἡ ὄλυρα δὲ καλουμένη πλείστη κατά τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων τε καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ καὶ ταύτῃ κατὰ τοὺς αὐτοὺς τρόπους.