Ancient Greek · ~2 min
Section 42
Galen, De victu attenuante 42
Not analysed yet
ζειᾶς δὲ μὴ ζητεῖν ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν· ἀκριβῶς μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον δ’ οὐδέν ἐστι τούτοις ὅμοιον γένος; ἀλλ’ ἤτοι τὰς τίφας ἢ τὰς ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ σπέρματος ἄμφω τὰ ὀνόματα φέρει τίφας καὶ ὀλύρας ὀνομάζων, τὰς ζειὰς δ’ ὧς ἕτερόν τι τούτου μοχθηρότερον ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς νῦν ὑφ’ ἡμῶν ὀνομαζομένας τίφας αὐτὸς ζειὰς προσαγορείειν ἢ τι καὶ τῶνδε μοχθηρότερον.