Ancient Greek · ~1 min
Section 62
Galen, De victu attenuante 62
Not analysed yet
ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων ἰχθύων τῶν πελαγίων ἐξέστω προσφέρεσθαι μὴ παρόντων πετραίων καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ ὁ σκορπίος· ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἷπον γνωρισμάτων, ἀλλά διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν [τοιαύτην] τούτων ἐδωδήν.