Ancient Greek · ~2 min
Section 63
Galen, De victu attenuante 63
Not analysed yet
αἶ μὲν γάρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῶν ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις, οὕτω δὲ καὶ τὰ πλεῖστα τῶν ὀστρέων· οἶ δὲ τράγοι καὶ οἶ βόες ἤκιστα μὲν ὑγρὰν καὶ φλεγμα- τώδη καὶ γλίσχραν ἔχουσι τὴν σάρκα, βλάπτουσι δ’ ἱκανῶς καὶ αὐτοὶ τῷ πάνυ σκληρῷ καὶ δυσμεταβλήτῳ.