Ancient Greek · ~2 min
Section 64
Galen, De victu attenuante 64
Not analysed yet
καὶ τὰ πλεῖστα δὲ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων ζῴων ἢ διὰ τὸ συναμφότερον ἢ διὰ τὴν σκληρότητα τῆς σαρκὸς φευκτέα, μόνα δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη τε καὶ ἡ τρυγὼν ἐπιτήδεια· καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχω- ρεῖ μὴ παρόντων πετραίων, σκευάζειν δ᾿ ἄμεινον ἅμα τεύτλοις τριπτοῖς ἢ τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον ἐπεμβάλλοντα πράσου καί τι καὶ πεκέρεως προσεπιπάττοντα· κλησίον δὲ τῆς τούτων δυνάμεώς εἰσι τά τε βούγλωττα καὶ αἱ ψῆτται.