Ancient Greek · ~2 min
Section 67
Galen, De victu attenuante 67
Not analysed yet
ἡ δὲ τοῦ λαγωοῦ σὰρξ εἰς μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματος ἐδωδὴ ἀπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον εἰς τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ καὶ δύσπεπτα καὶ κακόχυμα.