Ancient Greek
Section 68
Galen, De victu attenuante 68
Not analysed yet
κυνῶν δὲ καὶ ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ᾿ ἐγευσάμην ποτὲ διὰ τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν αὐτῶν μήτ᾿ ἐπὶ τῆς <Ἀσίας μήτ᾿ ἐπὶ τῆς> Ἑλλάδος, ἀλλά μηδὲ κατὰ τὴν Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐσθίεσθαι καὶ τεκμαίρομαι παραπλησίαν εἷναί τὴν δύναμιν αὐτῶν τῇ τῶν λαγωῶν· ἔστι γὰρ ὁμοίως ξηρὰ καὶ λαγὼς καὶ κύων καὶ ἀλώπηξ.