Ancient Greek · ~1 min
Section 69
Galen, De victu attenuante 69
Not analysed yet
ὥσπερ δὲ τώ ὑῶν τοῖς ἀκραίοις χρῆσθαι συνεχωρήσαμεν, οὕτω καὶ τῶν ἀλεκιρυόνων τοῖς πτεροῖς· οὐ μὴν οἴ γ’ ὄρχεις καὶ τά σπλάγχνα λεπτυνούσῃ διαίτῃ χρηστά· καὶ αὐτοῖς δὲ τοῖς σώμασι τῶν ἀλεκτρυόνων οὐ κωλύω χρῆσθαι εἰ γυμνάζοιτό τις καὶ μάλιστα τῶν ἐν ὄρεσι τεθραμμένων, ἀγυμνάστῳ δὲ μετρίως ἅπτεσθαι προσήκει καὶ ἀλεκτρυόνων ἐδωδῆς καὶ περιστερῶν καὶ τρυγόνων.