Ancient Greek · ~2 min
Section 71
Galen, De victu attenuante 71
Not analysed yet
φάττα μὲν οὑν πρὸς τῷ σκληροτέραν ἔχειν καὶ περιστερῶν καὶ τρυγόνων καὶ περδίκων τὴν σάρκα καὶ δύσπεπτός ἐστι καὶ περιττωματική, πέρδικες δὲ καὶ τρυγόνες οὔτ’ ἐσχάτως σκληρὰς ἔχουσι τὰς σάρκας οὔτε δυσπέπτους οὔτε κακοχύμους, ἀλλὰ καὶ τὸ σκληρὸν αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθεισῶν νεκρῶν μεταπίπτει ῥᾳ- δίως καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον ἤκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκός, ὅπερ οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι προσήκειν μάλιστα.