Ancient Greek · ~1 min
Section 72
Galen, De victu attenuante 72
Not analysed yet
Περὶ μὲν δὴ τούτων αὐταρκῶς εἴρηται· περὶ δὲ τῶν ὑπολοίπων αὖθις ῥητέον. αἶ ῥίζαι τῶν λαχάνων ἅπασαι μὲν ὧς οὕτω φάναι περιττωματικαί τ’ εἰσὶ καὶ δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἶ τοῦ δαύκου καὶ αἶ τῆς καροῦς οὐδὲν ἔχουσι βλαβερὸν ὥσπερ οὐδ’ ἐπιτήδειον· ἐναντιώταται δ’ αἶ γογγυλίδες ὁμοίως ὀλίγου δεῖν τοῖς βολβοῖς, ἀπάντων δὲ χείριστοι μύκητες.