Ancient Greek · ~2 min
Section 85
Galen, De victu attenuante 85
Not analysed yet
ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἶ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τούς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μαλλὸν αὐτά δὴ τὰ κήτη· γεύεσθαι δ’ εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος ὢ οἷον καὶ τὸ τοθ’ νάπυός ἐστι>ν ἢ καὶ> δι’ ἐλαίου καὶ ὄξους μόνον ἁρμόττει.