Ancient Greek · ~2 min
Section 86
Galen, De victu attenuante 86
Not analysed yet
καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὧς εἶτ’ ἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι <δεῖ> δι’ ὄξους καὶ ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων <κρεῶν> γεύοιτ’ ἄν τις ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλίσχρον γεννῶντα χυμόν.