Ancient Greek · ~2 min
Section 96
Galen, De victu attenuante 96
Not analysed yet
τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]· δεῖται γάρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρί· ως· ὑγραίνεσθαι· ὧς τά γε περαιτέρω τοῦ καιροῦ ξηρά καὶ γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.