Ancient Greek · ~1 min
Section 97
Galen, De victu attenuante 97
Not analysed yet
ταῦτ’ ἄρα καὶ οἶ παχεῖς τῶν οἴνων καὶ γλυκεῖς τῷ μόνιμον ἔχειν τὴν ὑγρότητα διὰ τὸ πάχος, ὅταν ἄμα λεπτύνουσι φαρμάκοις προσφέρωνται, χρηστοὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσιν ὑπάρχουσιν· ἀλλ’ οὔτ’ αὐστηρᾶς οὔτε στρυφνῆς οὔθ’ ὅλως στυφούσης αὐτοῖς χρὴ μετεῖναι δυνάμεως, ἀλλ’ ἐπὶ τὸ μελιτῶδες ἐν ὀσμὴ καὶ γεύσει καὶ τῇ συμπάσῃ δυνάμει προσεληλυθέναι.