Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.488
Not analysed yet
ὅτι μὲν γὰρ οὐκ ἦν οὔτε πλευριτικὸς οὔτε περιπνευμονικός, εὔ|δηλόν ἐστιν ἐκ τοῦ μὴ μνημονεῦσαι τὸν Ἱπποκράτην μήτ' ὀνομαστὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ' ἀπ' <αὐτῶν> τινος ἀχωρίστου συμπτώματος· εἰρήκει γὰρ ἂν ἢ πλευρᾶς ὀδύνην ἢ δύσπνοιαν. οὐ μὴν οὐδ' ἀπὸ κεφαλῆς πεπονθυίας <καταρρυείσης κακοχυμίας> ὤφθη ποτὲ τοιαῦτα πτυσθέντα. μετὰ μέντοι βηχὸς καὶ δυσπνοίας καὶ πλευρᾶς ἀλγήματος ὁρᾶταί ποτε τοιαῦτα πτύσματα. καί τινας δύο καὶ χωρὶς πυρετοῦ πτύσαντας ἐθεασάμην ὠχρὰ μετὰ βηχός· ἀλλὰ τῷ μὲν ἑτέρῳ κατὰ βραχὺ πυρετῶν μικρῶν γενομένων εἰς <πλείονα> χρόνον ἡ διάθεσις ἐκταθεῖσα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ' ἑτέρῳ χωρὶς πυρετοῦ τῶν τοιούτων πτυσθέντων ἡμέραις ἐφεξῆς ὀλίγαις οὐδὲν ἄτοπον ἠκολούθησεν. εἰκὸς οὖν ἐστι κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακος, καθ' ἃ συνάπτει τοῖς ἐσχάτοις τοῦ τραχήλου σπονδύλοις, γεγονέναι τινὸς χυμοῦ περιουσίαν οὐ πολλήν, ἐφ' ᾗ μηδὲ δύσπνοιαν ἀπαντῆσαι διὰ τὸ μὴ συντελεῖν τι σαφὲς εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν τὸ πρῶτον μεσοπλεύριον, ἐν αὐ|