Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.489
Not analysed yet
ταῖς δὲ ταῖς ῥίζαις τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων νεύρων τῆς διαθέσεως γενομένης, βαρυνομένων τῶν νεύρων, τρομώδεις ἐργάσασθαι τὰς χεῖρας. ἐκ γὰρ τοῦ πρώτου μεσοπλευρίου καὶ τῶν ὑπερκειμένων [δὲ] σπονδύλων τὰ τοὺς μῦς τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοις καὶ τὸ παραμεῖναι τοὺς τρόμους σὺν τοῖς πτύσμασι τοῖς ἐπιγενομένοις, ἡνίκα δ' ἐν ἐκείνοις ἐφάνη τι πέψεως σημεῖον, οὔτε τοὺς τρόμους ἔτι γενέσθαι καὶ παύσασθαι τὸ νόσημα, κρίσεως τῆς δι' ἱδρώτων ἐπιγενομένης. καίτοι γε ἀπέπτων ὄντων τῶν οὔρων, ὅμως ἡ πέψις τῶν ἀναπτυομένων ἤνεγκε τὴν κρίσιν, ὥσθ' ἑκάτερον τῶν σημείων ὃ πέφυκε δηλοῦν μὴ διαψεύσασθαι. διττῆς γὰρ διαθέσεως τῷ νοσοῦντι γενομένης, μιᾶς μὲν τῆς πυρετώδους ἐπὶ τοῖς ἐν ταῖς φλεψὶ χυμοῖς, ἑτέρας δὲ τῆς εἰρημένης ἄρτι κατὰ τὸν θώρακα, τὴν προτέραν συνέβη μὴ παύσασθαι τελέως ἱδρῶσιν, ὡς ἂν ἔτ' ἄπεπτον οὖσαν, παύσασθαι δὲ τὴν ἑτέραν τῷ μηδ' ὅλως ὑπολειφθῆναί τι τοῖς περὶ τὸν θώρακα. γράφει γοῦν αὐτὸς οὕτως·