Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.490
Not analysed yet
δεκάτῃ ἵδρωσε, πτύελα |ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν, ἐνδεικνύμενος ἃ κατὰ τὸ Προγνωστικὸν ἔγραψε περὶ τῶν λεπτῶν οὔρων ὄντα διττά, πρῶτον μὲν ταυτί· "ἔστ' ἂν πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον σημαίνει τὸ νόσημα." δεύτερον δὲ τάδε· "ὅσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν καὶ τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ σημεῖα, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία." διὰ τοῦτ' οὖν ἐπὶ τῇ τελευτῇ τῶν συμβάντων τῷ Πυθίωνι κατὰ λέξιν οὕτως ἔγραψε· μετὰ δὲ κρίσιν τεσσαρακοστῇ ἡμέρῃ ὕστερον ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν καὶ λήρου κατὰ τὴν πρώτην εὐθέως ἡμέραν ἐμνημόνευσε καὶ κατὰ τὰς ἑξῆς ἔγραψε· πάντα παρωξύνθη, κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν προσέθηκε στόμα παρειρύσθη, διορίσασθαι χρή, πότερον αὐξανομένης τῆς περὶ τὸν ἐγκέφαλον κακώσεως ἢ μεθισταμένης κάτω τὸ στόμα κατεσπάσθη. φαίνεται δ' ἐκ τῶν ἐφεξῆς εἰρημένων μετάστασις εἰς τὰ κάτω χωρία μᾶλλον, οὐ συμπάθεια πρὸς τὸν ἐγκέφαλον |