Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.491
Not analysed yet
αὐτοῖς γεγονέναι, τάχα καὶ φλεβοτομηθέντος τἀνθρώπου καὶ διὰ τοῦτο μεγάλως ὠφεληθέντος. ἀλλὰ γὰρ κατὰ τὰς πρώτας ἡμέρας οὐδέπω τῶν πτυσμάτων οὐδὲ μικρὸν ἐφαίνετο <γενομένων ὕστερον διὰ τὴν ὀλιγότητα> τῆς ἐν τῇ πλευρᾷ διαθέσεως, οὐ διὰ τὴν κακοήθειαν αὐτῆς· ἴσμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδές εἰσιν αἱ ἄπτυστοι, καθότι καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιστέον ἐν ταῖς πρώταις ἡμέραις πτυσθῆναι μηδέν, ἀλλὰ διότι περὶ τὸ πρῶτον μεσοπλεύριον μόνον ἡ διάθεσις ἦν. εἰ δὲ καὶ χαλεπὴ καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν <ἔδει> πτύεσθαι. τῷ γοῦν τῆς φλεβοτομίας βοηθήματι δυνατόν ἐστιν ἀντισπασθέντων τῶν ἐνταῦθα πλεονεκτούντων χυμῶν ἀρχὴν πέψεως γεγονέναι τῇ διαθέσει κατὰ τὴν ἕκτην ἡμέραν, ἐν ᾗ πρῶτον ἐμνημόνευσε τῶν πτυσμάτων. ὃ δὲ περὶ τῆς δεκάτης ἡμέρας ἀνεβαλόμην ἐρεῖν, ἐστὶ τοιοῦτον· οὔτ' ἐν τοῖς τῶν Ἐπιδημιῶν τούτοις βιβλίοις ἐκρίθη τις βεβαίως δεκαταῖος οὔτ' αὐτὸς ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν |