Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.492
Not analysed yet
εἶναι κρίσιμον, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις. ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς Περὶ τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ ἡ τεσσαρακοστὴ δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως κριθῆναι, διότι δεκαταῖος ἵδρωσεν, οὐχ ἑνδεκαταῖος ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι. πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ' ἀλλήλοις συνελθόντων, τοῦ τε κατὰ τὴν δεκάτην ἡμέραν ἀσθενοῦς καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως <μᾶλλον> μηδ' <ὅλως> κεκρίσθαι τὸν ἄνθρωπον ἢ [μὴ] ἐπὶ καλῷ τε καὶ χρησίμῳ. τάχ' οὖν "ἑνδεκάτῃ" γεγραμμένον, οὐ δεκάτῃ κατ' ἀρχὰς εὐθέως