Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.493
Not analysed yet
ἡμαρτήθη, καθάπερ καὶ ἄλλα τινὰ φαίνεται πολλὰ διὰ τοὺς |πρώτους ταῦτα <μετα>γράψαντας ἀμεληθέντα διαμεῖναι μέχρι παντός. ἀλλὰ περὶ μὲν τῆς δεκάτης ἡμέρας ἱκανὰ καὶ ταῦτα. σκέψασθαι δ' ἄμεινόν ἐστι μὴ κατὰ τὸ πάρεργον, ὁποῖόν τι τὸ ἐπινέφελον ἐναιώρημα νομιστέον ὑπάρχειν. ἐν μὲν γὰρ τῷ Προγνωστικῷ γέγραπται· "νεφέλαι δ' ἐμφερόμεναι ἐν τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαί, μέλαιναι δὲ φλαῦραι." οὔτ' οὖν οὖρον ἐπινέφελον οὔτ' ἐναιώρημα κατὰ τὸ Προγνωστικὸν εἴρηται, καίτοι γ' ἀκριβῶς ἅπασαν ἐν ἐκείνῳ τῷ βιβλίῳ διδάξαντος αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγησαμένων τὸ προκείμενον βιβλίον ἐζήτησέ τις, ὁποῖον εἶναι βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτης. ἐγὼ τοίνυν ἅ μοι δοκεῖ ζητήσαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήσω· τὸ τῆς νεφέλης ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐπὶ τῶν οὔρων εἰώθασιν οἱ ἰατροὶ λέγειν, εἴτε τοῦ Ἱπποκράτους πρώτου τὴν προσηγορίαν τήνδε κατά τινος ἰδέας ἐναιωρημάτων ἢ οὔρων εἴτε καὶ ἄλλου τινὸς <πρὸ> αὐτοῦ θεμένου. ὥσπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν ζοφώδης γί|