Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.494
Not analysed yet
νεται κατάστασις, πεπυκνωμένου νεφέλαις μελαίναις αὐτοῦ, ποτὲ δὲ <λαμπρὸν> ἀκριβῶς καὶ ἀνέφελον φαίνεται, ποτὲ δὲ καὶ διεσπασμέναι τινὲς ὁρῶνται κατ' αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ καὶ τὴν χροιὰν τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶς οὔτε λαμπρὰν ὁρῶμεν, ἀλλ' ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτης, ὃ μήτε λευκόν ἐστι τὴν χροιὰν μήτ' ἤδη μέλαν ἀκριβῶς, ἀλλ' ἐν τῷ μεταξὺ τούτων. ὥσπερ οὖν τὸ μὲν λευκὸν ἐναιώρημα τῶν ἀγαθῶν ἐστι, τὸ δὲ μέλαν τῶν μοχθηρῶν, οὕτω καὶ τὸ μεταξὺ τούτων οὔτε ἀγαθόν ἐστιν ἀκριβῶς οὔτε μοχθηρόν, ἀλλ' ἐν τῷ μεταξύ. καὶ τοίνυν ἐπὶ τοῦ Πυθίωνος ὑπολαβεῖν χρὴ τοιοῦτον ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν ἐλλιπῆ τὴν κρίσιν εἰργάσατο, καθάπερ γ', εἰ καὶ μέλαν, οὐκ ἂν ἀγαθήν. ἐπεὶ δ' οὖν ἦν μέσον λευκοῦ τε καὶ μέλανος, ἀγαθὴ μὲν ἐγένετο κρίσις, ἀλλ' ἐλλιπής. τὸ δὲ ὑπόλοιπον <τῆς διαθέσεως> κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν εἰς ἀπόστασιν ἧκε διττήν, ἣν οὐδ' αὐτὴν ὀρθῶς ἐξηγοῦνται, κατὰ συμπάθειαν τῆς εἰς τὴν ἕδραν ἀποστάσεως οἰόμενοι γεγονέναι τῷ Πυθίωνι τὴν στραγγουρίαν, |