Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.500
Not analysed yet
σεως ἤκουσα περί τινος ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἀρρώστου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· "Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος". ἐν γὰρ τῷ διηγεῖσθαι τὰ συμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆσιν ἔγραψεν ὁ Ἱπποκράτης· "νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή". τούτοις οὖν ἐπεφώνησεν "ἰού" ὁ ἐξηγούμενος τὸ σύγγραμμα, "Σιληνὸς γὰρ ἦν." οἱ μαθηταὶ δ' ἀναπηδήσαντες ἐκεκράγεσαν ὑπερθαυμάζοντες. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰς τοσοῦτον ἥκουσι περιεργίας, ὥστε ζητοῦσι, πότερον ἐπὶ τοῦ πλαταμῶνος <ἢ τοῦ πλατανῶνος> ὁ Σιληνὸς ᾤκει, τινὲς μὲν διὰ τοῦ μῦ "πλαταμῶνος" ἀξιοῦντες γράφειν, ἔνιοι δὲ διὰ τοῦ νῦ "πλατανῶνος". ὡσαύτως δὲ ζητοῦσιν οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν ὁ Ἱπποκράτης εἴπῃ· "κατέκειντο παρὰ τὸ θέητρον", ἆρά γε "θέρετρον" ἄμεινον γράφειν ἢ "θέητρον". ἀλλὰ τῶν μὲν εἰς τὰ τοιαῦτα τὸν χρόνον ἀναλισκόντων κατεγνώκασι, τοὺς δὲ διὰ τῶν ἔν τε τῷ Προρρητικῷ καὶ ταῖς Κωακαῖς προγνώσεσι γεγραμμένων ἐξηγουμένους τὰ κατὰ τοὺς νοσοῦντας ἐν <τούτοις> τοῖς βιβλίοις εἰρημένα πολλοὶ θαυμάζουσιν. ἐδείχθη δ' ἐπὶ πλεῖστον ἡ μοχθηρία |