Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.501
Not analysed yet
τῶν ἐν τῷ Προρρητικῷ γεγραμμένων ἐν τρισὶν ὑπομνήμασιν, οἷς ἐποιησάμην εἰς αὐτό. φαίνεται γὰρ ὁ γράψας ἐκεῖνο τὸ βιβλίον πολλάκις ἐξ ἑνὸς ἢ δυοῖν τῶν κατὰ μέρος ὀφθέντων αὐτῷ καθολικὰς ἀποφάσεις ποιούμενος. ἐδείχθη δὲ καὶ συνδρομὰς γράφων πολλὰς ἐξ ἀνομογενῶν σημείων ἠθροισμένας. ἐδείχθη δὲ καὶ ὡς ἡ τοιαύτη διδασκαλία τοσοῦτον πλῆθος ἔχει συνδρομῶν, ὡς μηδ' ἀριθμηθῆναι δύνασθαι. καὶ πρὸς τούτοις γ' ἔτι καὶ τοῦτ' ἐδείχθη κατὰ τὴν ἐξήγησιν ὧν ἔγραψεν ὁ τὸ Προρρητικὸν συνθείς, ὡς οὐκ ἐνδέχεται διδασκαλίαν ἑτέραν ἀμείνονα γενέσθαι τῆς κατὰ τὸ Προγνωστικὸν ὑφ' Ἱπποκράτους γεγονυίας, ἑνὸς ἑκάστου σημείου τὴν δύναμιν αὐτοῦ διδάξαντος ἰδίᾳ. μηδὲ γὰρ ἄλλως δύναται πολλῶν ἅμα συνελθόντων προγνωσθῆναί τι. τοῖς μὲν οὖν ἀνεγνωκόσιν ἀμφότερα τὰ βιβλία, τό τε Προγνωστικὸν καὶ τὸ Προρρητικόν, οἶδ' ὅτι σαφῆ τὰ νῦν εἰρημένα πάντ' ἐστίν. εἰ δὲ καὶ τοῖς ἡμετέροις ὑπομνήμασι <τοῖς> εἰς αὐτὰ προεντετυχηκώς τις εἴη, καὶ χωρὶς τῶν νῦν εἰρημένων ὑπ' ἐμοῦ γινώσκειν δύναται τὸ μοχθηρὸν τῆς τοιαύτης ἐξηγή-