Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.502
Not analysed yet
σεως. τοὺς δ' οὐκ ἀνεγνωκότας ἐπ' ἐκεῖνα μὲν |ἀφικέσθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα παραγενομένους ἀκοῦσαί τε καὶ κρῖναι τὰ πρὸς ἐμοῦ νῦν εἰρημένα. λαβὼν γὰρ ἔναγχός τι τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπὸ Λύκου τοῦ Μακεδόνος ὑπομνημάτων γεγονότων εὗρον ἐν τῇ τοῦ Πυθίωνος ἐξηγήσει τρεῖς ῥήσεις ἐκ τοῦ Προρρητικοῦ γεγραμμένας, ὧν ἐπὶ μὲν τῆς πρώτης κατὰ λέξιν οὕτως ἔλεγεν· "αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί, ὡς καὶ Διδυμάρχῳ ἐν Κῷ." ἐπὶ δὲ τῆς δευτέρας ὧδε· "τὰ τρομώδεα γενόμενα ἐφιδρῶσι φιλυπόστροφα." καὶ ἡ τρίτη δὲ κατὰ τήνδε τὴν λέξιν ἐγέγραπτο· "τὰ [δ'] ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ἄχροα, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά." αὗται μὲν αἱ ἐκ τοῦ Προρρητικοῦ ῥήσεις ὑπὸ τοῦ Λύκου προσεγράφησαν, ὡς εἰρηκότος οὕτως Κοΐντου κατὰ τὴν ἐξήγησιν τοῦ προκειμένου Πυθίωνος. ἐμοὶ δέ, ἐπειδήπερ ἠναγκάσθην τὰ κακῶς εἰρημένα διελέγχειν, καίτοι διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων πεφυλαγμένος αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τὴν τῶν τοιούτων |