Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.503
Not analysed yet
ἐξηγήσεων μοχθηρίαν δηλῶσαι. πρῶτον μὲν οὖν οὐδ' ἐφαρμόττει τοῖς νῦν εἰρημένοις ἐπὶ τοῦ Πυθίωνος ἡ τοῦ Προρρητικοῦ ῥῆσις. οὔτε γὰρ μετὰ σιγῆς ἐφρενίτισεν οὔτε πάνυ φρενιτικὸς ἐγένετο. δέδεικται δ' ἡμῖν ἐξηγουμένοις τὸ Προρρητικόν, ὁποῖαί τέ τινές εἰσιν αἱ μετὰ σιγῆς παραφροσύναι καὶ διὰ τί "πάνυ φρενιτικὰς" εἶπεν αὐτάς, ὧν οὐδέτερον ἐπὶ τοῦ Πυθίωνος ἐγένετο· καὶ γὰρ †οὐκ ἄνευ σιγῆς ἐλήρει καὶ μετρίως ἐφρενίτισεν. ἡ δὲ δευτέρα ῥῆσις, καθ' ἣν λέγει· "τὰ τρομώδεα γινόμενα ἐφιδρῶσι φιλυπόστροφα", τοὐναντίον ἐνδείκνυται τοῦ συμβάντος τῷ Πυθίωνι, μὴ γενομένων <ἐφ' ἱδρῶσιν αὐτῷ τῶν τρόμων>, ἀλλ' ἐξ ἀρχῆς μὲν συνεισβαλόντων, ὕστερον δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώσαντος αὐτοῦ, ὥστ' οὐκ ἐπὶ τοῖς ἱδρῶσιν οἱ τρόμοι φαίνονται γεγονότες, ἀλλ' ἐπὶ τοῖς τρόμοις οἱ ἱδρῶτες. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆσις, ἐν ᾗ φησι· "τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα <ἄχροα>, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά", προσηκόντως ἂν ὑπὸ τοῦ Λύκου παρείληπτο τοῦ Πυθίωνος ἀγρυπνήσαντος μὲν πρῶτον οὐκ ἄνευ ταραχῆς, οὐρήσαντος δ' οὖρον ἔχον ἐναιώ|