Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.504
Not analysed yet
ρημα μέλαν, εἶθ' οὕτως παραφρονήσαντος ὕστερον. ἐπεὶ δ' οὔτ' οὔρησε τοιαῦτα, (τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ διαφέρει τοῦ μέλανος,) οὔτ' ἐπ' ἀγρυπνίαις ταραχώδεσιν ἐφρενίτισεν, ἀλλ' εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐλήρησεν, οὐκ ὀρθῶς παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύτας ἐν τῇ τρίτῃ πάλιν καὶ ταῖς ἐφεξῆς τὴν παραφροσύνην; ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἐξηγούμενος τὴν "ἐπινέφελον" φωνὴν οὐκ ἐτόλμησεν εἰπεῖν δηλοῦσθαι πρὸς αὐτῆς τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα προσέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηστα πρὸς τὸ προκείμενον, ἀλλὰ καὶ παντάπασι ψευδῆ, παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ' Ἱπποκράτους εἰρημένων ἐπισκέπτεσθαι, τίς μὲν ἡ τῶν τρόμων ἐστὶ διάθεσις, ὅστις δ' ὁ πεπονθὼς τόπος ἐπὶ ταῖς τρομώδεσι χερσίν, ἢ πόθεν τὰ ποικίλα πτύσματα τὰ πολλὰ τούτοις ἑπόμενα, περὶ ὧν ἐγὼ διῆλθον. ὅλως γὰρ οὐδὲν τούτων ἐπισκεψάμενος ἑαυτῷ προὔβαλεν ὡς ζήτημα τὸ μηδ' ὅλως |