Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.510
Not analysed yet
ἀλλὰ καὶ κατὰ φύσιν ἔχουσιν, ὅταν ὑπὲρ τὴν δύναμίν τις αἴρειν ἐπιχειρήσῃ βάρος ὁτιοῦν ἢ ταῖς χερσὶ βαστάζων ἢ τοῖς ὤμοις ἀναθέμενος. ὁρῶνται γοῦν ἔνιοι τῶν ἰσχυροτάτων νεανίσκων ἐν τῷ βαστάζειν ὑπέρβαρύ τι τρομώδεις τοῖς σκέλεσι γιγνόμενοι, καὶ μάλισθ' ὅταν ἀναβαίνειν ἐπιχειρήσωσι κλίμακας. ὅπερ δ' ἐκείνοις ἐπὶ μεγίστοις ἄχθεσι, τοῦτο γέρουσί τε καὶ τοῖς ἄλλοις ἀσθενέσιν ἐπὶ τοῖς ἐλάττοσι γίνεται· βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖς ἀσθενέσι. καὶ τοίνυν καὶ πάθη τινὰ ψυχικὰ τρομώδεις ἐργάζεται. λέλεκται γοῦν κἀν τῷ Περὶ χυμῶν "<παρά τε κοῖλον> καὶ παρὰ κρημνὸν παριόντι τὰ σκέλεα τρέμειν", διὰ τὸν φόβον δηλονότι καταλύοντα τὴν δύναμιν, ὥσπερ εἰ καὶ ἄλλος τις ἔδεισεν ἐπερχόμενον ἰδὼν θηρίον ἢ λῃστὰς ἢ πολεμίους. εἰκότως οὖν ἡμῖν ἀποδέδεικται κατὰ τὸ Περὶ τρόμου <καὶ παλμοῦ> καὶ σπασμοῦ καὶ ῥίγους ὑπόμνημα δι' ἀρρωστίαν δυνάμεως ἀεὶ γίγνεσθαι τρόμον. ἐπεὶ δ' ἐνίοτε μὲν αὐτὴ καθ' ἑαυτήν ἐστιν ἄρρωστος, ἐνίοτε δὲ διὰ πάθος ψυχικὸν ἢ καὶ μηδ' ὅλως πεπονθυῖα κατὰ τὸν ἴδιον λόγον ὑπὸ βαρέος φορτίου τοῦτο πάσχει, τρεῖς αὐ|