Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.511
Not analysed yet
τοῦ φαμεν εἶναι διαφορὰς τῶν αἰτίων, δυσκρασίαν τῶν προαιρετικῶν ὀργάνων <ἢ> πάθος ψυχικὸν ἢ βαρὺ φορτίον. ὅταν οὖν μήτε δείσαντι μήτε βαστάζοντι φορτίον ὁ τρόμος <τινὶ> γίνηται, δυοῖν θάτερον, ἢ δυσκρασία τῶν ὀργάνων ἐστὶν ἤ τι βάρος ἐν αὐτῷ τῷ σώματι περὶ τοὺς μῦς ἢ τὰ νεῦρα. παράκειται δέ τις ἀπάτη τῷ λόγῳ, περὶ ἧς εἴρηται κατὰ τὸ Περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα. φαίνονται γάρ τινες καὶ ταῖς χερσὶ καὶ τῇ κεφαλῇ τρομώδεις ἄνευ τοῦ προελέσθαι κινεῖν τὰ μόρια καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶς εἰρῆσθαι προελομένοις ἐνεργεῖν τι γίγνεσθαι. ἀλλ' ἐὰν ἐννοήσῃς, ὡς ἐπὶ προσκεφαλαίου καταθέμενός τις τὸν αὐχένα παύεται τρέμων τὴν κεφαλὴν ἀποθέμενός τε τὰς χεῖρας οὐκέτ' οὐδὲ ταύτας τρέμει, πιστεύσεις ὀρθῶς εἰρῆσθαι τοῖς ἀργοῦσι παντάπασι μόριον ὁτιοῦν οὐ γίγνεσθαι τρόμον ἐν αὐτῷ, ἐὰν δ' ἐξαίρωσιν ἢ φυλάττωσιν ἐξηρμένον αὐτό, τηνικαῦτα γίνεσθαι τὸ σύμπτωμα. τοσούτου γὰρ δέουσιν ἡσυχάζειν τοῖς