Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.512
Not analysed yet
μυσὶν οἱ οὕτως ἐνερ|γοῦντες, ὥστε τοὺς ἀντιτεταγμένους ἀλλήλοις ἅμα κινοῦσιν, οἷον ἐπὶ χειρός, ὅσοι τ' ἐξαίρουσι καὶ ὅσοι κατασπῶσι τὸ μόριον ἐκτείνουσί τε καὶ κάμπτουσι, καὶ ῥωμαλεωτέρας γε τῆς δυνάμεώς ἐστι χρεία τοῖς ἐπηρμένην ἐγγώνιον τὴν χεῖρα φυλάττουσι τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. οἱ μὲν γὰρ ἐκτείνοντες ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦσι τῷ τοῦτο πεφυκότι δρᾶν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν· οἱ δὲ κάμπτοντες ἐνεργοῦσι μὲν τοῖς κάμπτειν πεφυκόσιν, ἀργοῦσι δὲ τοῖς ἐκτείνειν δυναμένοις. ἐὰν δ' ἐπάρας τις ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων μήτε ἐκτείνων, ἰσοσθενῶς ἀμφοτέροις τοῖς μυσὶν ἐνεργεῖ, καθάπερ ἐν τοῖς καλουμένοις τετάνοις. οὔκουν ἐλάττονός ἐστιν ἰσχύος χρεία τοῖς ἐπὶ ταὐτοῦ σχήματος ἢ τὸ σκέλος ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουσιν ἄνευ τοῦ κατά τινος ἐρηρεῖσθαι στερεοῦ σώματος ὀχοῦντός τε καὶ βαστάζοντος τὸ κῶλον <ἢ τοῖς ἐκτείνουσί τε καὶ κάμπτουσιν ὁτιοῦν μόριον>. ἀλλ' ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρους τῶν βασταζομένων μορίων ἡ κινοῦσα δύναμις αὐτά, ῥᾳδίως μὲν ἐξαίρει, ῥᾳδίως δ' ἐξηρμένα φυλάττει. ὅταν |