Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.513
Not analysed yet
δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐπὶ τῶν παραλελυμένων, οὐδ' ὅλως ἐξᾶραι δύναται. ὅταν δ' ἰσοσθενής πως ὑπάρχῃ, νικᾷ τε καὶ νικᾶται κατὰ μέρος· νικῶσα μὲν ἐπὶ τοῦ αὐτοῦ σχήματος φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ ὑπορρεῖν ἐᾷ κάτω. νόησον δή μοι τοῦτο γίνεσθαι συνεχῶς οὕτως, ὡς ἅμα μὲν τῷ νικῆσαι ταύτην ἀναφέρειν τὸ κῶλον, εὐθέως <δὲ> νικηθεῖσαν ὑπὸ τοῦ βάρους τῶν ἀναφερομένων ἐπιτρέπειν αὐτοῖς φέρεσθαι κάτω, ἅμα δ' αὖ πάλιν τῷ νικᾶν ἐκεῖνα τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν αὖθις ἀναφέρειν ἐπιχειρεῖν, εἶτ' <ἐν> ἐλαχίστῃ χρόνου ῥοπῇ τῆς ἀμοιβῆς ταύτης γινομένης καὶ τῆς μὲν ἐπὶ τὸ κάτω κινήσεως ἀντισπωμένης εὐθέως ἄνω, τῆς δ' ὑψούσης τὸ κῶλον ἀνθελκομένης κάτω παραχρῆμα, μήτ' ἀκριβῶς ἄκλονόν τε καὶ ἀρρεπὲς φυλάττεσθαι τὸ κῶλον, ἀλλὰ μηδ' ἀξιολόγους ἔχειν ἐφ' ἑκάτερα τὰς κινήσεις ἐν βραχέσι διαστήμασι καὶ χρόνων καὶ τόπων φυλαττομένας. ὁ μὲν δὴ τρόμος τοιαύτη τίς ἐστι κίνησις, ὡς ἐν ὀλίγῳ περιλαβεῖν ἃ διὰ μακροτέρων εἴρηται κατὰ τὸ προδεδηλωμένον βιβλίον. ὁ δ' ἐν τῷ νοσώδει ῥίγει γινόμε|