Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.514
Not analysed yet
νος κλόνος τῶν μορίων ἄνευ τε προαιρέσεως ἀποτελεῖται καὶ κατὰ μεγάλα διαστήματα τῶν ἐναντίων κινήσεων ἀλλήλας διαδεχομένων ἅμα ψύξεως αἰσθήσει. παραπλήσιον δ' ἐστί πως τούτῳ πάθος ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται σπασμός, ὁμοίας μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν ὀργάνων γιγνομένης ἐν αὐτῷ τῆς κινήσεως, ἣ κἀν τῷ καθ' ὁρμὴν αὐτὰ κινεῖσθαι γίνεται, διαφερούσης δὲ μόνῳ τῷ μὴ καθ' ὁρμήν, ὁπότε σπᾶται, κινεῖσθαι. περὶ δὲ παλμοῦ περιττόν ἐστί μοι λέγειν ἐνταῦθα, μή πως ἀναγκασθῶ καὶ περὶ σφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου πρὸς παλμόν. ἱκανῶς γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεσιν ἐν ἐξηγητικῷ βιβλίῳ. τῷ βουλομένῳ δ' ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων συμπτωμάτων ἐκμαθεῖν τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾧ τελέως ὑπὲρ ἁπάντων αὐτῶν διῆλθον, ἐπεί τοι καὶ περὶ λυγγὸς καὶ βηχὸς καὶ πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήσεων ἐμοὶ μὲν ἐν τοῖς <Περὶ> τῶν συμπτωμάτων αἰτίων διώρισται τάς τε διαγνώ|