Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.537
Not analysed yet
ὥστε καθ' ἕτερον τρόπον ἄπε|πτον εἶναι σημαίνεται τὸ νόσημα διὰ τῶν λεπτῶν οὔρων, ὥσπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίσταιτο. τὰ γὰρ ἀνατεταραγμένα μέν, ἀλλ' ἐν τῷ κεῖσθαι καθιστάμενα πέψεώς τινος ἀρχὴν ἐνδείκνυται, καὶ μάλισθ' ὅταν ἐν τάχει καθίστηται. τὰ δὲ μὴ καθιστάμενα πρὸς τῇ φυσώδει ταραχῇ πάχος εἶναι σημαίνει χυμῶν ἀπέπτων. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐστι χρονίζειν τὸ νόσημα καὶ μέντοι καὶ κινδυνῶδες εἶναι διά τε τὴν κακίαν τοῦ πυρετοῦ καὶ τὸ παρακροῦσαι τὸν ἄνθρωπον εἰς νύκτα. τὰ δ' ἐφεξῆς ἴδωμεν εἰ τούτοις ἀκόλουθα φαίνεται. <Ἕκτῃ> ἰκτερώδης, πάντα παρωξύνθη, οὐ κατενόει. Διορισμὸς ἐντεῦθέν σοι γιγνέσθω τῆς κατὰ τὸ ὑποχόνδριον ἐντάσεως ἐφ' ἥπατι συμβάσης. γίγνεται μὲν γάρ ποτε χολῆς ὠχρᾶς ἀνάχυσις εἰς ὅλον τὸ σῶμα λόγῳ κρίσεως, ὡς κἀν τοῖς εἰς τοὺς Ἀφορισμοὺς ὑπομνήμασιν εἴρηται κατ' ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἔνθα φησίν· "ἴκτερος πρὸ ἑβδόμης κακόν." ἀναμνήσθητι δὲ καί, ὡς πρὶν πεφθῆναι τὸ νόσημα πολλάκις ἤκουσας οὔτ' ἄλλην τινὰ ἀπόστασιν γίγνεσθαι χρηστῶς οὔτε τὴν ἰκτερώδη. |