Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.538
Not analysed yet
σημαίνει γὰρ ἡ τοιαύτη κωλύεσθαι τὴν χολὴν ἐκκαθαίρεσθαι τοῦ σπλάγχνου καὶ κενοῦσθαι διὰ τῆς γαστρὸς ἤτοι δι' ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ νοσήματος ἐνίοτε κριτικῶς εἰς τὰ κατὰ τὸ δέρμα μόρια τοῦ σώματος ἀποτίθεται τὸ περιττεῦον ἡ φύσις ἄλλων τέ τινων χυμῶν καὶ τῆς ξανθῆς χολῆς· οὐδὲν γὰρ ἐν τῷ παρόντι διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆς κατὰ τὸ ἧπαρ διαθέσεως αὐξανομένης ἡ ἰκτερώδης διάθεσις ἐγένετο, δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐστὶ παραφρονεῖν. Ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως. Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίγνεσθαι τὰ οὖρα