Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.539
Not analysed yet
παρέμενε φυλάττοντα τὴν κακίαν ἕως πολλῶν |ἡμερῶν. οὐ γὰρ ἐπὶ τῆς ἑβδόμης <μόνον>, ἀλλὰ καὶ κατὰ τὰς ἑπομένας ἄχρι τῆς ἑνδεκάτης ἐν τοῖς αὐτοῖς γενέσθαι συμπτώμασί τε καὶ σημείοις τὸν Ἑρμοκράτην φησίν. Περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι. Καλῶς εἶπεν "ἔδοξεν". οὐ γὰρ οἷόν τ' ἐστὶν ἐπὶ κινδυνωδεστάτοις σημείοις εὐθέως αὐτὸν ἐν ἀμείνονι καταστάσει γενέσθαι, τῆς αὐτῆς ἀπεψίας διαμεινάσης τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίσιμον ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκις εἴωθεν ἐπιφαίνεσθαι, τῆς φύσεως ἤτοι δι' αἵματος ἐκκρίσεως ἢ <διὰ λαπάξεως> γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδος ἤ τινος ἀποσκήμματος ἐκ τοῦ κινδύνου ῥυσαμένης τὸν ἄνθρωπον. ἐπισκεψώμεθα οὖν ἐφεξῆς τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν. Κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά, οὐ καθίστατο. |