Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.540
Not analysed yet
Ἓν ὅλον γέγονε βιβλίον <ἡμῖν> ἐξηγουμένοις τὸ σημαινόμενον ἐκ τῆς κῶμα φωνῆς, ἐν ᾧ δείκνυται τὴν εἰς ὕπνον καταφορὰν οὕτως ὀνομάζων ὁ Ἱπποκράτης. εἰς ὕπνον δὲ λέγω καταφοράν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶσιν οἱ κάμνοντες, οὐκ ἀναπεπταμένους ἔχοντες τοὺς ὀφθαλμούς, μύσαντες δ' αὐτοὺς ἤτοι βαθέσιν ὕπνοις ἢ λεπτοῖς ἢ ἀγρυπνίαις συνέχωνται. διὸ καὶ διορισμοῦ δεῖται καὶ πολλῆς συνέσεώς τε καὶ τριβῆς, ἵνα γνῶμεν, ἐπὶ τίνι διαθέσει κωματώδης ὁ νοσῶν ἐγένετο. πολλάκις μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου αἰσθητικοῦ μορίου, καθ' ὃ καὶ τὸν ὕπνον ὀρθῶς Ἀριστοτέλης ἔδειξε γιγνόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοις τῶν μεθυσθέντων γίγνεται, πολλάκις δὲ διὰ ψῦξιν μόνην <ἀμέτρως ἐπικρατοῦσαν κατὰ τοῦτο τὸ μόριον>, ἔστι δ' ὅτε καὶ δι' ἄμφω ταῦτα συμπίπτει βαθὺς καὶ κωματώδης ὕπνος. ἀλλὰ καὶ δι' ἀρρωστίαν δυνάμεως ἡ τοιαύτη γίγνεται διάθεσις, οὕτως ἤδη νεκρουμένης αὐτῆς, ὡς ἐπηρμένα τὰ βλέφαρα φυλάττεσθαι μὴ δύνασθαι. καὶ συμβαίνει <δὲ> τοὺς οὕτως ἔχοντας, ἐπειδὰν μύσωσι τοὺς ὀφθαλμούς, ἢ μηδ' ὅλως ἢ βραχύ τι κοιμηθέντας ἀγρυπνεῖν, οὐδὲ τότε διαίρειν |