Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.541
Not analysed yet
τὰ βλέφαρα δυναμένους· ἥντινα διάθεσιν ἀπὸ τῆς γιγνομένης δι' ὑγρότητα καὶ ψῦξιν οἱ σφυγμοὶ μάλιστα διορίζουσιν ἀμυδρότατοί τε καὶ βραδεῖς καὶ ἀραιοὶ καὶ μικροὶ γινόμενοι. καὶ εἴπερ ταύτην τὴν θεωρίαν ὁ Ἱπποκράτης ἐξείργαστο παραπλησίως ταῖς ἄλλαις ἢ ἐγεγράφει γε τὸ τῶν σφυγμῶν εἶδος ἐπὶ τῶν καμνόντων, ἀκριβεστέραν <ἂν> οὕτως καὶ ἡμεῖς τῶν συμβαινουσῶν αὐτοῖς διαθέσεων εἴχομεν τὴν γνῶσιν· ἐπεὶ δὲ παρέλιπεν αὐτήν, ὥσπερ ἐνίοτε τὴν τῶν οὔρων, ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεσθαι περὶ τῶν ἀρρώστων. φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον ἀφικέσθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοσήματι ξηρῷ καὶ θερμῷ κατὰ τὴν ἀρχὴν εὐθέως εἰσβαλόντι. καὶ γὰρ ἡ τῆς γλώττης ἐπίκαυσις ἥ τ' ἀγρυπνία καὶ ὁ πυρετὸς ἰσχυρὸς ὢν ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτεριώδης ἀνάχυσις τά τε διαχωρήματα συγκεκαυμένα πυρώδη γε τὴν ἐν ὅλῳ τῷ σώματι διάθεσιν εἶναι δηλοῖ σὺν τῷ καὶ εἴ τι πλῆθος ἤθροιστο χυμῶν ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰς ἐνταῦθα φλέβας, οὐ καθ' ὅλον τὸ σῶμα περιέχεσθαι τοῦτο, |