Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.542
Not analysed yet
δηλωθὲν εὐθέως ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχους. ὑπολείπεται τοίνυν ἤτοι ψῦξιν σφοδρὰν κατὰ τὸν ἐγκέφαλον <ἐπικρατοῦσαν> ἢ ἀρρωστίαν δυνάμεως αἰτίαν τοῦ κώματος τῷ Ἑρμοκράτει γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν. ὁπότερον δ' ἂν ᾖ τούτων, ἐσχάτως ἐστὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθησαν αἱ τοιαῦται ψύξεις, ὅταν ἀκολουθήσωσι θερμοῖς καὶ ξηροῖς νοσήμασιν. εἰκότως οὖν ἔγραψεν ὁ Ἱπποκράτης· "ἔδοξε πάντα κουφισθῆναι". χαλεπωτάτου γὰρ σημείου τοῦ κατὰ τὸ κῶμα λαβόντος ἀρχὴν ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας, ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ σῶμα τηνικαῦτα τὴν ὑγιεινὴν ἕξιν. οὐ μὴν οὐδὲ μέση τίς ἐστιν ἐν τοῖς τοιούτοις διάθεσις, ἀλλ' ἐὰν ἐκπέσῃ τῆς ὑγιεινῆς καταστάσεως, ἡ τοιαύτη τῶν πυρετῶν ἰδέα πρὸς τὴν ἐναντίαν ἀφικνεῖται, τὴν ὀλεθρίαν, ἐν ᾗ σβέννυται τὸ ἔμφυτον θερμόν. τοῦ τοίνυν κώματος οὕτως ὀλεθρίου συμπτώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας γενομένου προσσχῶμεν τοῖς οὔροις. εἰ μὲν γὰρ ὀλέθρια καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώσει τεθνήξεσθαι τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, <τὴν νόσον> εἰς χρόνον ἐκταθήσεσθαι πλείονα.