Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.543
Not analysed yet
τὰ μὲν γὰρ ἄριστα τῶν οὔρων ἐν ταῖς τοιαύταις δια|θέσεσιν ἀδύνατον γενέσθαι. τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούσωμεν. οὔρει, φησί, παχύτερα. συνάπτουσι δ' ἐνταῦθά τινες <τὰ> μετὰ τὸ κῶμα τὸ ἔμπροσθεν εἰρημένον "ἤρξατο" τῷ οὔρει προστιθέντες. ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ τοῦ τε κώματος καὶ τῶν οὔρων ἔνεστιν ὁποτέρῳ τις βούλεται προσνέμειν, ὡς γίγνεσθαι τὴν ἀνάγνωσιν διττήν, μίαν μὲν τοιαύτην· "κῶμα ἤρξατο", μίαν δ' ἄλλην τοιάνδε· "ἤρξατο οὐρεῖν παχύτερα"· καὶ γὰρ προστιθέασι τῷ "οὔρει" ῥήματι κατὰ τὴν ὁριστικὴν καλουμένην ἔγκλισιν εἰρημένῳ τὸ νῦ γράμμα καὶ γράφουσιν "οὐρεῖν" μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον καλουμένην, ἵνα τῷ "ἤρξατο" σύμφωνος ἡ γραφὴ γένηται. πιθανώτερον δ' ἐστὶ τῷ "κῶμα" ῥήματι τὸ "ἤρξατο" προσκεῖσθαι, νῦν αὐτοῦ πρῶτον ἀρξαμένου. τὰ δ' οὖρα παχέα κατ' ἀρχὰς εὐθὺς ἦν· ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν διηγήσει γέγραπται κατὰ τήνδε τὴν λέξιν· "οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο", ὥστ' οὐκ ἐνδέχεται νῦν ἄρξασθαι λέγειν αὐτὸν τὰ οὖρα γενέσθαι παχέα, μέχρι τῆς πέμπτης ἡμέρας ἀπ' ἀρχῆς τοιαῦτα γεγονότα· κατὰ γὰρ τὴν πέμπτην |