Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.544
Not analysed yet
μεταπεσόντα λεπτά φησιν αὐτὰ γεγονέναι, κἄπειτα καὶ κατὰ τὴν ἑβδόμην ὡς τοιούτων ὄντων αὐτῶν ἐμνημόνευσεν. κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότως εἶπεν· "οὔρει παχύτερα", παραβαλὼν αὐτὰ τοῖς ἀπὸ τῆς πέμπτης ἡμέρας ἕως ταύτης γενομένοις τοῖς λεπτοῖς. ἀλλὰ καὶ ὑπέρυθρά φησιν αὐτὰ γενέσθαι καὶ κάτω λεπτὰ μικρὰ σχεῖν ὑφιστάμενα· προσυπακοῦσαι γὰρ δεῖ τῷ κάτω λεπτὰ <τὸ> μικρὰ σχεῖν ὑφιστάμενα. μέσα τοίνυν φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ' ἀγαθῶν καὶ τῶν ὀλεθρίων. <Ἡσυχῇ κατενόει. >Τὸ [δ'] ἐπὶ τῇ τελευτῇ λεγόμενον αὐτῷ διττῶς ἀναγινώσκουσιν, ἔνιοι μὲν οὕτως· "οὐ καθίστατο ἡσυχῇ", προστιθέντες τὸ "ἡσυχῇ" τοῖς μὴ καθισταμένοις οὔροις, ἔνιοι δ' οὕτως· "<οὐ> καθίστατο", καὶ πάλιν ἀφ' ἑτέρας ἀρχῆς· "ἡσυχῇ κατενόει", καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ γὰρ ἡσυχῇ προειρημένου μὲν τοῦ καθίστασθαι τὰ οὖρα συνήθως οὕτω λέγουσιν οἱ Ἕλληνες, ἐπὶ δὲ τῶν μὴ καθισταμένων οὐ πάνυ τι προστιθέασι τὰ τοιαῦτα τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γενόμενα σημεῖα καὶ συμπτώματα ταῦτ' ἐστίν. ἴδωμεν δ' ἐφεξῆς ὅσα περὶ τῆς τεσσαρεσκαιδεκάτης ἔγραψεν. |