Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.545
Not analysed yet
Τεσσαρεσκαιδεκάτῃ ἀπύρετος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα. Μάτην δόξει προσκεῖσθαι τὸ οὐχ ἵδρωσεν, ὅμοιον ὂν τῷ "οὐχ ᾑμορράγησεν", "οὐκ ἤμεσεν", <"οὐ διεχώρησεν,"> "οὐ παρωτίδας ἔσχεν". ἀλλ' ὥσπερ ὀλίγῳ πρόσθεν ἔφη· "περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι", δυνάμενος μὲν ἁπλῶς εἰπεῖν "ἐκουφίσθη πάντα", προσθεὶς δὲ τὸ "ἔδοξεν" ἕνεκα τοῦ τῶν ἐν ἑτέροις αὐτῷ γεγραμμένων ἀναμιμνῄσκειν, ὡς τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ χρὴ πιστεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνησεν ἐκ περιττοῦ προσθεῖναι τὸ οὐχ ἵδρωσεν ἀναμνήσεως ἕνεκα τοῦ κατὰ τὴν ῥᾳστώνην ἀπίστου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔσωσεν ἂν τὸν ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέσθαι τῆς κακοηθείας τοῦ νοσήματος ἀνέμνησεν ἡμᾶς. ἀγνοοῦνται δὲ πολλοῖς τῶν ἰατρῶν αἱ τοιαῦται διαθέσεις, καὶ χαίρουσιν ἐπὶ τοῖς ἄμεινον ἔχειν δόξασιν, κἂν ἐπ' ὀλεθρίοις τοῖς ἔμπροσθεν σημείοις τε |