Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.546
Not analysed yet
καὶ συμπτώμασι τοῦτο γενέσθαι συμβῇ, μὴ γινώσκοντες, ὡς νεκρουμένης τῆς φύσεως καὶ σβεννυμένου τοῦ ἐμφύτου θερμοῦ τὰς τοιαύτας διαθέσεις συμβαίνει γίνεσθαι παραπλησίως τοῖς εἰς ὄγκον αἰρομένοις μορίοις ἐκ κακοήθους ῥεύματος, ὅταν ἡ φύσις ἀρρωστοῦσα μηδ' ὅλως ἐπιχειρῇ τῇ πέψει τοῦ τὸν ὄγκον ἐργασαμένου χυμοῦ. "περὶ γὰρ τὰς γενέσεις τοῦ πύου", φησίν, "οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται", μεταβαλλομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας τῶν τὸν ὄγκον ἐργασαμένων χυμῶν. ὅταν οὖν αὕτη μηκέτ' ἐγχειρῇ τῇ πέψει δι' ἀρρωστίαν, οὔτε πονοῦσιν οὔτε πυρέττουσιν εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖς ἐκπυήσασιν ἐκκριθέντος τοῦ πύου σῷον φυλάττεται τὸ μόριον, εἰς ὃ τὸ ῥεῦμα κατέσκηψεν· ἐφ' ὧν δ' οὔτ' ἐκπύησις οὔτ' ὀδύνη τις ἀξιόλογος οὔτε πυρετὸς γίγνεται, σήπεται τὸ μόριον, ὡς ἀναγκαῖον ἡμῖν γενέσθαι παντελῶς ἐκκόψαι ποτ' αὐτό. παραπλήσιον οὖν τι καὶ τούτῳ συμβαίνει <γενέσθαι> κἀπὶ τῶν ἀσήμως τε καὶ ἀλόγως ἀπυρέτων γενομένων ἐπὶ θανατώδεσι σημείοις. ὅτι δὲ τοιαύτη διάθεσις ἦν τῷ Ἑρμοκράτει, καὶ τὰ τοῦ γενομέ|