Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.547
Not analysed yet
νου κώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας ἐδήλου. τὸ γὰρ ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη καὶ δριμὺν ἐξαίφνης σύμπτωμα σχεῖν ὑγροῖς καὶ ψυχροῖς καὶ ἀδήκτοις ἑπόμενον χυμοῖς ἐνδεικτικόν ἐστιν οὐ τοῦ πεπαῦσθαι τὴν ἔμπροσθεν διάθεσιν, οὐδενός γε κρισίμου γεγονότος, ἀλλὰ τοῦ νεκροῦσθαί τε καὶ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν. εἴρηται μὲν οὖν περὶ τούτων ἐπὶ πλέον ἐν ἑτέροις, ἀλλὰ νῦν ἐν κεφαλαίοις ἅπαξ ἀρκείτω λελέχθαι περὶ τῶν ἀλόγως ἐπὶ χαλεποῖς νοσήμασιν ἀπυρέτων γενομένων· ὅσῳ γὰρ ἂν ὀλεθριωτέρων προηγησαμένων σημείων ἄμεινον ἔχειν δόξωσι, τοσούτῳ τὴν νόσον ὀλεθριωτέραν ἔχουσιν, ἅθ', ὡς οἱ περὶ τὸν Σαβῖνον εἰρήκασι, λοχῶντος τοῦ νοσήματος ὥσπερ θηρίου τινὸς ἢ ἀνθρώπου πονηροῦ· διάνοιαν γὰρ ἔχοντός ἐστι ζῴου τὸ λοχᾶν, <ὅταν> ἐξαίφνης ἐπιθῆται λάθρᾳ μὴ προσδοκῶσι τοῖς ἐνεδρευομένοις ὑπ' αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτως εἰρημένα προσηκόντως ἄν τις ὀνομάσειε περιλάλησιν. οὐδὲν γὰρ εἰπόντες ἐπιστημονικόν, ἀλλὰ περιλαλήσαντες μόνον οἴονται τὸ προκείμενον ἀποδε|