Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.548
Not analysed yet
δειχέναι διὰ παραδείγματος οὐδὲν οὐδὲ τοῖς παραβαλλομένοις ὅμοιον ἔχοντός τι. καταλιπόντες οὖν αὐτοὺς αὐτοὶ συμπληρώσωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς ἐνταῦθα καὶ μὴ θαύμαζε, πῶς ἐγὼ πολλάκις ὀλεθρίως εἰπὼν ἔχειν τινά, μεταξὺ καλῶς αὐτοῦ σχόντος ἐξαίφνης, ὡς καὶ λούσασθαι, καταγελώμενος οὐ μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείνας τῇ προρρήσει, μετὰ ταῦθ' ὑποστρέψαντος εἰς τὸ νόσημα τοῦ δόξαντος ἐσχηκέναι καλῶς, εἶτ' ἀποθανόντος, ἐκ μαντικῆς ἐνομίσθην, οὐκ ἰατρικῆς θεωρίας προειρηκέναι, καὶ ταῦτα τῶν θαυμαστῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων αὐτά. πόθεν οὖν ὅτι <προσδοκητέον> κατὰ τὴν ἑνδεκάτην ἡμέραν ἢ τεθνήξεσθαί τινας ἢ κριθήσεσθαι προεῖπον; ἔστι μέν μοι κἀν τοῖς Περὶ κρίσεων αὐτάρκως γεγραμμένα τὰ περὶ τῶν τοιούτων προρρήσεων, ἔστι δὲ κἀν τοῖς Περὶ κρισίμων ἡμερῶν, καὶ πάντων αὐτῶν ἡγεμών ἐστιν ὁ θαυμάσιος Ἱπποκράτης. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργασμαι καί τινων ἑτέρων. ἐν δὲ τῷ παρόντι τοῖς ἀνεγνω|