Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.549
Not analysed yet
κόσιν ἐκεῖνα σαφῆ τὸν περὶ τῶν ἐνεστώτων ἀπεργάσομαι λόγον. ἐπὶ μὲν γὰρ τῆς ἑνδεκάτης ἡμέρας ἔδοξεν ὁ Ἑρμοκράτης κεκουφίσθαι, τῇ δὲ τεσσαρεσκαιδεκάτῃ ἀπηλλάχθαι τελέως. ὡρισμένου δ' ἤδη καὶ προεγνωσμένου τοῦ πάντως <αὐτὸν> ὑποστρέψειν τε καὶ τεθνήξεσθαι, τὴν ἑπτακαιδεκάτην ἡμέραν ἀκόλουθον ἦν τοῖς κατὰ τὴν ἑνδεκάτην τε καὶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην γενομένοις ἐνεγκεῖν τὴν ὑποστροφήν, ὡς ἂν κατὰ τὰς κρισίμους ἡμέρας τῆς τοῦ νοσήματος μεταβολῆς γενομένης. ἐμάθομεν γὰρ ἔν τε τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς κατὰ τετράδα περιόδους τῶν ἡμερῶν εἰς τὴν εἰκοστήν, οὐ τὴν εἰκοστὴν πρώτην ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο τὴν μὲν ἑνδεκάτην τῆς τεσσαρεσκαιδεκάτης ἐπίδηλον εἶναι, τὴν δὲ ἑπτακαιδεκάτην τῆς εἰκοστῆς. ὑποστρέψαι μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόσημα κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν, ἀκολουθῆσαι δὲ κατὰ τὴν εἰκοστὴν ἑτέραν μεταβολήν. οὐ μὴν ἤδη γε πρόδηλον ἡμῖν τοῖς ἀναγινώσκουσι τὰ γεγραμμένα πρὸς Ἱπποκράτους, ὁποία τις ἡ κατὰ τὴν εἰκοστὴν ἡμέραν ἔσοιτο μεταβολή, διὰ τὸ μήτε τὴν δύναμιν ὅπως εἶχε τοῦ κάμνοντος ἐπίστασθαι μήτε τὸ βεβαιότατον |