Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.550
Not analysed yet
αὐτῆς σημεῖον, τοὺς σφυγμούς, ὑπ' αὐτοῦ γεγράφθαι. σὺν μὲν γὰρ τῇ τούτων γνώσει ῥᾷστον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοστὴν ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰς πλείονας ἐκταθήσεται τὸ νόσημα, μὴ γινωσκομένων δ' ἐκείνων ἄδηλον. ἀκούσωμεν οὖν ὧν περὶ τῆς ἑπτακαιδεκάτης καὶ ὧν περὶ τῆς εἰκοστῆς εἶπεν αὐτός. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν. Τὰ μὲν ἄλλα τῆς ὑποστροφῆς ἐστι συμπτώματα, τὰ δ' οὖρα λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστ' οὐδ', εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια, σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων. αὐτὸς γὰρ |