Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.556
Not analysed yet
Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε. Τούτῳ τῷ ἀρρώστῳ καὶ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἔτι ταύτης ἐξ ἀναλογίας ἤνεγκέ τινας νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης <τε> τῆς ἐμφύτου θερμασίας ἀπύρετος ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἐξ ἧς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀπέθανεν, |