Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.569
Not analysed yet
Ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψῦξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. δεκάτῃ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ περὶ κρίσιν. Ἔοικεν ἰσχυρός τις <ὁ> ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ' αὐτό, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος, ὅμως δ' οὖν, ἐπιμεινάντων τῶν αὐτῶν, (ἔφη γὰρ δεκάτῃ τὰ αὐτά,) κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ' ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γιγνομένων ἐστὶν ἐν κρίσεσιν. καὶ γὰρ οὐδ' ἀθρόα τις ἔοικεν αὐτῷ συμβῆναι κατὰ |